TLG 1353 001 :: EPITAPHIUM ABERCII :: Epitaphium

EPITAPHIUM ABERCII Epigr. Eccl., vel Abercius
(A.D. 2)

Epitaphium

Source: Quasten, J. (ed.), Monumenta eucharistica et liturgica vetustissima, vol. 1.1 [Florilegium patristicum tam veteris quam medii aevi auctores complectens, vol. 7.1] Bonn: Hanstein, 1935: 22, 24.

Citation: (Line)

Ἐκλεκτῆς πόλεως ὁ πολείτης τοῦτ’ ἐποίησα ζῶν, ἵν’ ἔχω καιρῷ σώματος ἔνθα θέσιν. οὔνομ’ Ἀβέρκιος ὁ ὢν μαθητὴς ποιμένος ἁγνοῦ, ὃς βόσκει προβάτων ἀγέλας ὄρεσιν πεδίοις τε,
5ὀφθαλμοὺς ὃς ἔχει μεγάλους πάντη καθορῶντας. οὗτος γάρ μ’ ἐδίδαξε .... γράμματα πιστά· εἰς Ῥώμην ὃς ἔπεμψεν ἐμὲν βασιλείαν ἀθρῆσαι καὶ βασίλισσαν ἰδεῖν χρυσόστολον χρυσοπέδιλον· λαὸν δ’ εἶδον ἐκεῖ λαμπρὰν σφραγεῖδαν ἔχοντα.
10καὶ Συρίης πέδον εἶδα καὶ ἄστεα πάντα, Νισῖβιν, Εὐφράτην διαβάς, πάντη δ’ ἔσχον συνομίλους Παῦλον ἔχων ἔποχον. πίστις πάντη δὲ προῆγε
καὶ παρέθηκε τροφὴν πάντη ἰχθὺν ἀπὸ πηγῆς πανμεγέθη καθαρόν, ὃν ἐδράξατο παρθένος ἁγνή·22
15καὶ τοῦτον ἐπέδωκε φίλοις ἔσθειν διὰ παντὸς οἶνον χρηστὸν ἔχουσα κέρασμα διδοῦσα μετ’ ἄρτου. ταῦτα παρεστὼς εἶπον Ἀβέρκιος ὧδε γραφῆναι, ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς. ταῦθ’ ὁ νοῶν εὔξαιτο ὑπὲρ Ἀβερκίου πᾶς ὁ συνῳδός.
20οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει. εἰ δ’ οὖν, Ῥωμαίων ταμείῳ θήσει δισχίλια χρυσᾶ
καὶ χρηστῇ πατρίδι Ἱεροπόλει χίλια χρυσᾶ.24